Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 1.601 Joseph. BJ 1.606 (English) >>Joseph. BJ 1.611

1.604

Ἔτι δὲ καὶ πρὸ τῆς ἀποδημίας ἐν Ἰουδαίᾳ μένων τοιαύτας κατʼ αὐτῶν ἐπὶ Ῥώμης ἠγόραζεν ἐπιστολὰς προσιών τε ὡς ἀνύποπτος εἴη τῷ πατρὶ περὶ τῶν ἀδελφῶν ἀπελογεῖτο, τὰ μὲν ψευδῆ λέγων εἶναι τῶν γραφομένων, δὲ νεότητος ἁμαρτήματα. 1.605τηνικαῦτά γε μὴν τοῖς γράφουσιν κατὰ τῶν ἀδελφῶν πλεῖστα δοὺς χρήματα συμφύρειν ἐπειρᾶτο τὸν ἔλεγχον, ἐσθῆτάς τε πολυτελεῖς καὶ στρωμνὰς ποικίλας ἐκπώματά τε ἀργυρᾶ καὶ χρυσᾶ συνωνούμενος ἄλλα τε πολλὰ τῶν κειμηλίων, ἵνα τῷ πλήθει τῆς εἰς ταῦτα δαπάνης τοὺς εἰς ἐκεῖνα μισθοὺς ἐγκαταγράψῃ· διακόσια γοῦν ἀναλώματος ἀνήνεγκεν τάλαντα, καὶ τούτων μεγίστη πρόφασις ἦν πρὸς Συλλαῖον δίκη. 1.606πάντων δʼ αὐτοῦ τότε καὶ τῶν βραχυτέρων ἐν τῷ μείζονι κακῷ διακαλυφθέντων, ὅθʼ αἱ μὲν βάσανοι πᾶσαι τὴν πατροκτονίαν, αἱ δʼ ἐπιστολαὶ δευτέρας ἀδελφοκτονίας κεκράγεσαν, ὅμως οὐδεὶς τῶν εἰς Ῥώμην ἀφικνουμένων ἀπήγγειλεν αὐτῷ τὰς ἐν Ἰουδαίᾳ τύχας καίτοι μεταξὺ τῶν ἐλέγχων καὶ τῆς ἐπανόδου διελθόντων ἑπτὰ μηνῶν· τοσοῦτον πρὸς αὐτὸν ἐκ πάντων μῖσος ἦν. 1.607τάχα καὶ τοὺς ἀπαγγέλλειν προῃρημένους οἱ τῶν ἀνῃρημένων δαίμονες ἀδελφῶν ἐφίμουν· γράφει γοῦν ἀπὸ Ῥώμης ἄφιξιν ἑαυτοῦ ταχεῖαν εὐαγγελιζόμενος, καὶ ὡς ὑπὸ Καίσαρος μετὰ τιμῆς ἀπολυθείη. 1.608

βασιλεὺς δὲ εἰς χεῖρας λαβεῖν σπεύδων τὸν ἐπίβουλον καὶ δεδοικὼς μή ποτε προγνοὺς φυλάξηται, διʼ ἐπιστολῆς ἀνθυπεκρίνετο τά τε ἄλλα φιλοφρονούμενος καὶ σπεύδειν παρακαλῶν· θήσεσθαι

-- --

γὰρ αὐτοῦ καὶ τὰς πρὸς τὴν μητέρα μέμψεις ἐπειχθέντος· οὐ γὰρ ἠγνόει τὴν ἐκβολὴν τῆς μητρὸς Ἀντίπατρος.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 1.601 Joseph. BJ 1.606 (English) >>Joseph. BJ 1.611

Powered by PhiloLogic